Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.368 Joseph. BJ 5.373 (English) >>Joseph. BJ 5.380

5.371εἰ γὰρ δὴ καὶ παύσαιντο Ῥωμαῖοι τῆς πολιορκίας μηδʼ ἐπιπίπτοιεν τῇ πόλει ξιφήρεις, αὐτοῖς γε τὸν ἄμαχον πόλεμον ἔνδον παρακαθῆσθαι καθʼ ἑκάστην ὥραν τρεφόμενον, εἰ μὴ καὶ πρὸς τὸν λιμὸν ἆραι τὰ ὅπλα καὶ μάχεσθαι δύνανται μόνοι τε καὶ παθῶν ἐπικρατεῖν. 5.372προσετίθει δὲ ὡς καλὸν πρὸ ἀνηκέστου συμφορᾶς μεταβαλέσθαι καὶ πρὸς τὸ σωτήριον ἕως ἔξεστι ῥέψαι· καὶ γὰρ οὐδὲ μνησικακήσειν αὐτοῖς Ῥωμαίους τῶν γεγενημένων, εἰ μὴ μέχρι τέλους ἀπαυθαδίσαιντο· φύσει τε γὰρ ἐν τῷ κρατεῖν ἡμέρους εἶναι καὶ πρὸ τῶν θυμῶν θήσεσθαι τὸ συμφέρον. 5.373τοῦτο δʼ εἶναι μήτε τὴν πόλιν ἀνδρῶν κενὴν μήτε τὴν χώραν ἔρημον ἔχειν. διὸ

-- --

καὶ νῦν Καίσαρα βούλεσθαι δεξιὰν αὐτοῖς παρασχεῖν· οὐ γὰρ ἂν σῶσαί τινα βίᾳ λαβόντα τὴν πόλιν, καὶ μάλιστα μηδʼ ἐν ἐσχάταις συμφοραῖς ὑπακουσάντων παρακαλοῦντι. 5.374τοῦ γε μὴν ταχέως τὸ τρίτον τεῖχος ἁλώσεσθαι τὰ προεαλωκότα πίστιν εἶναι· κἂν ἄρρηκτον δὲ τὸ ἔρυμα, τὸν λιμὸν ὑπὲρ Ῥωμαίων αὐτοῖς μαχεῖσθαι. 5.375

Ταῦτα τὸν Ἰώσηπον παραινοῦντα πολλοὶ μὲν ἔσκωπτον ἀπὸ τοῦ τείχους, πολλοὶ δʼ ἐβλασφήμουν, ἔνιοι δʼ ἔβαλλον. δʼ ὡς ταῖς φανεραῖς οὐκ ἔπειθε συμβουλίαις, ἐπὶ τὰς ὁμοφύλους μετέβαινεν ἱστορίας δειλοί, 5.376βοῶν, καὶ τῶν ἰδίων ἀμνήμονες συμμάχων, ὅπλοις καὶ χερσὶ πολεμεῖτε Ῥωμαίοις; τίνα γὰρ ἄλλον οὕτως ἐνικήσαμεν;



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.368 Joseph. BJ 5.373 (English) >>Joseph. BJ 5.380

Powered by PhiloLogic